310.11

Σκαιούς (ἔφη) φύσει καὶ ἀγροίκους εἶναι Μακεδόνας καὶ τὴν σκάφην σκάφην λέγοντας.

310.10

Τα σῦκα σῦκα, τὴν σκάφην σκάφην λέγων.

310.09

Ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.

310.08

Ἀγνοεῖς ὅτι τοῦ λόγου μέτρον ἐστὶν οὐχ ὁ λέγων, ἀλλ' ὁ ἀκούων;

310.07

Ἀγάπα τὸν πλησίον.

310.06

Ἀνὴρ δίκαιός ἐστιν, ουχ ὁ μὴ ἀδικῶν,
ἀλλ' ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται.

310.05

Ἐχθρὸς οὐχ ὁ ἀδικέων μοῦνον, ἀλλὰ καὶ ὁ βουλόμενος.

310.04

Ἀγαθὸν οὐ τὸ μὴ ἀδικεῖν, ἀλλὰ τὸ μηδὲ ἐθέλειν.

310.03

Ἀγαθῆς γυναικός ἐστιν, ὦ Νικοστράτη,
μὴ κρείττον' εἶναι τἀνδρὸς, ἀλλ' ὑπήκοον,
γυνὴ δὲ νικῶσ' ἄνδρα κακόν ἐστιν μέγα.

310.02

Ἀβουλίᾳ τὰ πολλὰ βλάπτονται βρότοι.

310.01

Ἁ σταφυλὶς σταφίς ἐστι, καὶ τὸ ῥόδον αὖον ὀλεῖται.

309.08

Ἃ ποιεῖν αἰσχρὸν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν.

309.07

Ἃ πάσχοντες ὑφ' ἑτέρων ὀργίζεσθε, ταῦτα τοὺς ἄλλους μὴ ποιεῖτε.

309.06

(Ἀλλ') ἁ μοιριδία τις δύνασις δεινά·
οὔτ' ἄν νιν ὄλβος, οὔτ' Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν.

309.05

Δός τι καὶ λάβοις τι.

309.04

Ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καί τι λάμβανε.

309.03

Ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς
πολλοῖς μὲν ὄνασις ἀνδρῶν,
πολλοῖς δ ἀπάτα κουφονόων ἐρώτων.

309.02

Ὁ γὰρ μανθάνων κιθαρίζειν κιθαρίζων μανθάνει κιθαρίζειν.

309.01

Ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ποιοῦντες μανθάνομεν.